TLG 1293 001 :: CRINIS :: Fragmenta

CRINIS Phil., Stoicus
(2 B.C.)

Fragmenta

Source: von Arnim, J. (ed.), Stoicorum veterum fragmenta, vol. 3. Leipzig: Teubner, 1903 (repr. Stuttgart: Teubner, 1968): 268–269.

Citation: Fragment — (line)

1

Arrianus Epictet. dissert. III 2, 15. ἄπελθε νῦν καὶ ἀναγί‐ γνωσκε Ἀρχέδημον· εἶτα μῦς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες· τοιοῦτος γάρ σε μένει θάνατος, οἷος καὶ τὸν——τίνα ποτ’ ἐκεῖνον; —τὸν Κρῖνιν· καὶ ἐκεῖνος μέγα ἐφρόνει ὅτι ἐνόει Ἀρχέδημον.

2

Diog. Laërt. VII 62. μερισμὸς δέ ἐστι γένους εἰς τόπους κατάταξις, ὡς ὁ Κρῖνις, οἷον „τῶν ἀγαθῶν τὰ μέν ἐστι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα.“

3

Diog. Laërt. VII 68. Τῶν ἀξιωμάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ
δ’ οὐχ ἁπλᾶ, ὥς φασιν οἱ περὶ Χρύσιππον——καὶ Κρῖνιν.268

4

Diocles Magnes apud Diog. Laërt. VII 71. παρασυνημμένον δέ ἐστιν, ὡς ὁ Κρίνις φησὶν ἐν τῇ διαλεκτικῇ τέχνῃ, ἀξίωμα ὃ ὑπὸ τοῦ „ἐπεὶ“ συνδέσμου παρασυνῆπται, ἀρχόμενον ἀπ’ ἀξιώματος καὶ λῆγον εἰς ἀξίωμα, οἷον „ἐπεὶ ἡμέρα ἐστί, φῶς ἐστίν“. ἐπαγγέλλε‐
5ται δὲ ὁ σύνδεσμος ἀκολουθεῖν τε τὸ δεύτερον τῷ πρώτῳ καὶ τὸ πρῶ‐ τον ὑφεστάναι. ibid. 74. παρασυνημμένον δὲ ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπὸ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οἷον „ἐπεὶ ἡμέρα ἐστίν, ἥλιός ἐστιν ὑπὲρ γῆσ“. ψεῦδος δὲ 〈ὃ〉 ἣ ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλου‐
10θον λήγει, οἷον „ἐπεὶ νύξ ἐστι, Δίων περιπατεῖ“ ἂν ἡμέρας οὔσης λέγηται.

5

Diocles Magnes apud Diog. Laërt. VII 76. λόγος δέ ἐστι, ὡς οἱ περὶ τὸν Κρίνιν φασί, τὸ συνεστηκὸς ἐκ λήμματος καὶ προσ‐ λήψεως καὶ ἐπιφορᾶς, οἷον ὁ τοιοῦτος „εἰ ἡμέρα ἐστί, ἡμέρα δέ ἐστι· φῶς ἄρα ἐστι“. λῆμμα μὲν γάρ ἐστι τὸ „εἰ ἡμέρα
5ἐστί, φῶς ἐστι“, πρόσληψις τὸ „ἡμέρα δέ ἐστιν“, ἐπιφορὰ δὲ τὸ „φῶς ἄρα ἐστί“. τρόπος δέ ἐστιν οἱονεὶ σχῆμα λόγου, οἷον ὁ τοι‐ οῦτος „εἰ τὸ πρῶτον, τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύ‐ τερον“. λογότροπος δέ ἐστι τὸ ἐξ ἀμφοτέρων σύνθετον, οἷον „εἰ ζῇ Πλάτων, ἀναπνεῖ Πλάτων· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον“
10παρεισήχθη δὲ ὁ λογότροπος ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι τῶν λόγων μηκέτι τὴν πρόσληψιν μακρὰν οὖσαν καὶ τὴν ἐπιφορὰν
λέγειν, ἀλλὰ συντόμως ἐπενεγκεῖν „τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον.“269